Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 10

5.16 Νίσυρος δὲ πρὸς ἄρκτον μέν ἐστι Τήλου διέχουσα αὐτῆς ὅσον ἑξήκοντα σταδίους ὅσους καὶ Κῶ διέχει, στρογγύλη δὲ καὶ ὑψηλὴ καὶ πετρώδης τοῦ μυλίου λίθου· τοῖς γοῦν ἀστυγείτοσιν ἐκεῖθέν ἐστιν ἡ τῶν μύλων εὐπορία. ἔχει δὲ καὶ πόλιν ὁμώνυμον καὶ λιμένα καὶ θερμὰ καὶ Ποσειδῶνος ἱερόν· περίμετρον δὲ αὐτῆς ὀγδοήκοντα στάδιοι. ἔστι δὲ καὶ νησία πρὸς αὐτῇ Νισυρίων λεγόμενα. φασὶ δὲ τὴν Νίσυρον ἀπόθραυσμα εἶναι τῆς Κῶ, προσθέντες καὶ μῦθον, ὅτι Ποσειδῶν διώκων ἕνα τῶν γιγάντων Πολυβώτην ἀποθραύσας τῇ τριαίνῃ τρύφος τῆς Κῶ ἐπʼ αὐτὸν βάλοι, καὶ γένοιτο νῆσος τὸ βληθὲν ἡ Νίσυρος ὑποκείμενον ἔχουσα ἐν αὐτῇ τὸν γίγαντα· τινὲς δὲ αὐτὸν ὑποκεῖσθαι τῇ Κῷ φασιν.
5.17 ἡ δὲ Κάρπαθος, ἣν Κράπαθον εἶπεν ὁ ποιητής, ὑψηλή ἐστι, κύκλον ἔχουσα σταδίων διακοσίων. τετράπολις δʼ ὑπῆρξε καὶ ὄνομα εἶχεν ἀξιόλογον, ἀφʼ οὗ καὶ τῷ πελάγει τοὔνομα ἐγένετο. μία δὲ τῶν πόλεων ἐκαλεῖτο Νίσυρος ὁμώνυμος τῇ τῶν Νισυρίων νήσῳ. κεῖται δὲ τῆς Λιβύης κατὰ Λευκὴν ἀκτήν, ἣ τῆς μὲν Ἀλεξανδρείας περὶ χιλίους διέχει σταδίους, τῆς δὲ Καρπάθου περὶ τετρακισχιλίους.
5.18 Κάσος δὲ ταύτης μὲν ἀπὸ ἑβδομήκοντά ἐστι σταδίων, τοῦ δὲ Σαμωνίου τοῦ ἄκρου τῆς Κρήτης διακοσίων πεντήκοντα· κύκλον δὲ ἔχει σταδίων ὀγδοήκοντα. ἔστι δʼ ἐν αὐτῇ καὶ πόλις ὁμώνυμος, καὶ Κασίων νῆσοι καλούμεναι πλείους περὶ αὐτήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi