Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 10

5.3 κατʼ ἀρχὰς μὲν οὖν δώδεκα λέγονται· προσεγένοντο δὲ καὶ πλείους. Ἀρτεμίδωρος γοῦν πεντεκαίδεκα διαριθμεῖται, περὶ τῆς Ἑλένης εἰπὼν ὅτι ἀπὸ Θορίκου μέχρι Σουνίου παράκειται μακρὰ σταδίων ὅσον ἑξήκοντα τὸ μῆκος, ἀπὸ ταύτης γάρ, φησίν, αἱ καλούμεναι Κυκλάδες εἰσίν· ὀνομάζει δὲ Κέω τὴν ἐγγυτάτω τῇ Ἑλένῃ, καὶ μετὰ ταύτην Κύθνον καὶ Σέριφον καὶ Μῆλον καὶ Σίφνον καὶ Κίμωλον καὶ Πρεπέσινθον καὶ Ὠλίαρον, καὶ πρὸς ταύταις Πάρον Νάξον Σῦρον Μύκονον Τῆνον Ἄνδρον Γύαρον. τὰς μὲν οὖν ἄλλας τῶν δώδεκα νομίζω, τὴν δὲ Πρεπέσινθον καὶ Ὠλίαρον καὶ Γύαρον ἧττον· ὧν τῇ Γυάρῳ προσορμισθεὶς ἔγνων κώμιον ὑπὸ ἁλιέων συνοικούμενον· ἀπαίροντες δʼ ἐδεξάμεθα πρεσβευτὴν ἐνθένδε ὡς Καίσαρα προκεχειρισμένον τῶν ἁλιέων τινά (ἦν δʼ ἐν Κορίνθῳ Καῖσαρ βαδίζων ἐπὶ τὸν θρίαμβον τὸν Ἀκτιακόν)· συμπλέων δὴ ἔλεγε πρὸς τοὺς πυθομένους ὅτι πρεσβεύοι περὶ κουφισμοῦ τοῦ φόρου· τελοῖεν γὰρ δραχμὰς ἑκατὸν πεντήκοντα καὶ τὰς ἑκατὸν χαλεπῶς ἂν τελοῦντες. δηλοῖ δὲ τὰς ἀπορίας αὐτῶν καὶ Ἄρατος ἐν τοῖς κατὰ λεπτόν ὦ Λητοῖ, σὺ μὲν ἤ με σιδηρείῃ Φολεγάνδρῳ δειλὴν ἢ Γυάρῳ παρελεύσεαι αὐτίχʼ ὁμοίην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi