Kitap 10
4.2
νυνὶ δὲ περὶ τῆς Κρήτης πρῶτον λέγωμεν. Εὔδοξος μὲν οὖν ἐν τῷ Αἰγαίῳ φησὶν αὐτὴν ἱδρῦσθαι· δεῖ δὲ μὴ οὕτως, ἀλλὰ κεῖσθαι μὲν μεταξὺ τῆς Κυρηναίας καὶ τῆς Ἑλλάδος τῆς ἀπὸ Σουνίου μέχρι τῆς Λακωνικῆς, ἐπὶ μῆκος ταύταις ταῖς χώραις παράλληλον ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω· κλύζεσθαι δὲ ἀπὸ μὲν τῶν ἄρκτων τῷ Αἰγαίῳ πελάγει καὶ τῷ Κρητικῷ, ἀπὸ δὲ τοῦ νότου τῷ Λιβυκῷ τῷ συνάπτοντι πρὸς τὸ Αἰγύπτιον πέλαγος. τῶν δὲ ἄκρων τὸ μὲν ἑσπέριόν ἐστι τὸ περὶ Φαλάσαρνα, πλάτος ἔχον διακοσίων που σταδίων καὶ εἰς δύο ἀκρωτήρια μεριζόμενον (ὧν τὸ μὲν νότιον καλεῖται Κριοῦ μέτωπον τὸ δʼ ἀρκτικὸν Κίμαρος), τὸ δʼ ἑῷον τὸ Σαμώνιόν ἐστιν ὑπερπῖπτον τοῦ Σουνίου οὐ πολὺ πρὸς ἕω.