Thesauros Edebiyat geography Geographiae Informatio

Geographiae Informatio

Geographiae Informatio Agathemerus
4.16 Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ, οὕτως· ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ· ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵ατʹ· ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ· εἰς Πάταρα στάδια ωʹ· (ὡς) εἰς ῾Ρόδον στάδια ψʹ· εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ϡμʹ· ἐπὶ Ταίναρον στάδια ͵αυνʹ· ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δχʹ· ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφκʹ· ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ· ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνησίας νήσους στάδια μύρια· ἀπὸ Γαδείρων δὲ διὰ Ἱεροῦ ἀκρωτηρίου ἐπὶ Ἀρτάβρων λιμένα στάδιοι ͵ζϡλβʹ. Ὁμοῦ γίνονται μυριάδες ζʹ καὶ ͵ϛυοζʹ.
4.17 Καὶ ἄλλως· ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδες δʹ καὶ ͵ατνʹ· ἀπὸ Εὐφράτου εἰς Μάζακα Καππαδοκῶν στάδια ͵αϡνʹ· ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρωρείας καὶ μεγάλης [καὶ] Καρίας ἕως Ἐφέσου στάδια ͵γπϟʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδες δʹ καὶ ͵ζσϟʹ· ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ· ἐπὶ Ἰσθμὸν στάδια ͵αψʹ· ἀπ᾿Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ· ἐπὶ Λευκάδα στάδια ψʹ· ἐπὶ Κόρκυραν στάδια ψʹ· ἐπ᾿ Ἀκροκεραύνια ὄρη στάδια χξʹ· ἐπὶ Βρεντέσιον στάδια ψʹ· ἀπὸ Βρεντεσίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ· ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβʹ· εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλλιβίρρεως [στάδια ͵γψμζʹ· ἀπὸ Ἰλλιβίρρεως] διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια ͵ϛχναʹ, καὶ ὁ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδες ζʹ καὶ ͵αφξʹ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi