3.12
Ἡ δὲ Περσικὴ θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ στόμα Ἀραβίας καὶ Καρμανίας σταδίων υʹ.
3.13
Ἡ δὲ Ὑρκανία ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.
3.14
Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀπὸ Ἡρώων πόλεως, παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος τῆς ἐπὶ θήρας, σταδίων ͵θ τὸ μῆκος· [ἐντεῦθεν δὲ ἕως τῶν κατὰ Δειρὴν στενῶν] πλοῦς σταδίων ͵δψʹ· τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξʹ· ἔνθεν ἑξῆς πλοῦς παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ὠκεανοῦ σταδίων ͵ε· τὸ δὲ λοιπὸν οὐ πλεῖται. Τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Αἰλανίτου μυχοῦ σταδίων μυρίων ͵δ. Αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.
[Περὶ μήκους καὶ πλάτους τῆς οἰκουμένης]
4.15
Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ καὶ ͵ηφμεʹ, οὕτως· ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ καὶ ͵αψκεʹ οὕτως· ἀπὸ Γάγγου ἐπὶ ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛ· ἀπὸ Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ· ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ· εἰς Μυρίανδρον σταδίων τοεʹ.