Thesauros Edebiyat geography Geographiae Informatio

Geographiae Informatio

Geographiae Informatio Agathemerus
1.4 Ἐκλήθησαν δ᾿ ἤπειροι ἄπειροί τινες οὖσαι δι᾿ ἄγνοιαν· Ἀσία δὲ ἀπὸ τοῦ ἆσσον εἶναι τοῖς ἀπ᾿ Εὐρώπης ἀπιοῦσι καὶ πεζῇ καὶ νήσοις στιχηδὸν κειμέναις, ὧν Εὔβοια, Ἄνδρος, Τῆνος, Μύκονος, Ἰκαρία, Σάμος, Μυκάλη· ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ εὔρους ὠνομάσθη· Λιβύη δὲ ὑφ᾿ Ἑλλήνων ἦν ἄγνωστος πάνυ, ἀπὸ δὲ ἔθνους ἐπισήμου Φοινικῶς ὠνομάσθησαν [Λίβυες, τουτέστι] λέοντες· Ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.
1.5 Δικαίαρχος δ᾿ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ ἀπὸ Στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, (Ἰωνίας,) Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας, καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους. τῶν τοίνυν τόπων τὸ μὲν βόρειον, τὸ δὲ νότιον ὀνομάζει.

[Περὶ ἀνέμων]

2.6 Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ἀπὸ δὲ ἰσημερινῆς δύσεως ζέφυρος, ἀπό δὲ μεσημβρίας νότος, ἀπὸ δὲ ἄρκτου ἀπαρκτίας, ἀπὸ δὲ τροπῆς θερινῆς καικίας, ἑξῆς δὲ ἀπ᾿ ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς εὖρος· δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας· εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες. Γίνονται οὖν ὀκτώ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi