Kitap 1
τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
325
κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
330
ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
335
ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
340
πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
345
ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
350
ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
355
ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
360