Kitap 1
Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
285
εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
290
αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
295
ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
300
οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
305
δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
310
καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
315
οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
320