Kitap 1
οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ
κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
245
γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις
ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
250
οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·
ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,
καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐῃσι προσώπων.
ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
255
καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων
ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς
ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
260
κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—
πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
265
πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
270
πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
—Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
275
ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
280