Thesauros Edebiyat Destan Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης Colluthus of Lycopolis
Kitaplar
Kitap 1

Kitap 1

 
νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
 
ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
 
καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
 
πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
 
ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης, 205
 
τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
 
κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
 
οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
 
εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
 
ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων. 210
 
τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
 
Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
 
αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
 
Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
 
καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου, 215
 
ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
 
δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
 
ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
 
τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
 
ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης, 220
 
Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
 
ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
 
Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
 
κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
 
ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην 225
 
γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
 
οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
 
δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
 
καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
 
πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει. 230
 
αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
 
ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
 
μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
 
μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
 
ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται. 235
 
ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
 
δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
 
ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
 
χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
 
ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi