Thesauros Edebiyat Destan Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης Colluthus of Lycopolis
Kitaplar
Kitap 1

Kitap 1

 
ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
 
ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
 
ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
 
ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
 
ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων· 165
 
νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
 
οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
 
ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
 
φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
 
χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν 170
 
Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
 
εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
 
ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
 
φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
 
ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι 175
 
σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
 
οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
 
οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
 
οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
 
οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη, 180
 
ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
 
ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
 
πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
 
οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
 
καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις, 185
 
ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
 
ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
 
τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
 
κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
 
τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην, 190
 
ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
 
Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
 
ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
 
Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
 
ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης. 195
 
ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
 
ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
 
ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
 
νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
 
αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας, 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi