Thesauros Edebiyat Destan Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης Colluthus of Lycopolis
Kitaplar
Kitap 1

Kitap 1

 
ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
 
πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
 
φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
 
τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
 
πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι. 45
 
πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
 
ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
 
οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
 
ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
 
ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων 50
 
οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
 
ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
 
Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
 
καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
 
καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν, 55
 
εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
 
ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
 
Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
 
ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
 
ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα 60
 
μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
 
χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
 
ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.
 
Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
 
ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι· 65
 
πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
 
μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
 
Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
 
Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
 
τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα· 70
 
εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
 
παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
 
Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
 
κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
 
κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων. 75
 
ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
 
κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
 
ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
 
αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
 
εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων. 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi