Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 9

 
αἶψα δʼ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον
 
αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
 
θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ. 320
 
ὣς φάθʼ· ὁ δʼ ἁζόμενος μέγʼ ἀδελφεὸν οἷο τοκῆος
 
δείσας τʼ ἀμφὶ πόληος ἐϋσθενέων θʼ ἅμα λαῶν
 
χάσσατʼ ἐς οὐρανὸν εὐρύν, ὁ δʼ εἰς ἅλα. τοὶ δʼ ἐμάχοντο
 
ἀλλήλους ὀλέκοντες, Ἔρις δʼ ἐπετέρπετο χάρμῃ,
 
μέσφʼ ὅτε δὴ Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ 325
 
ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·
 
οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
 
πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
 
ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος.
 
καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατʼ οἰωνοῖσιν, 330
 
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν· οὐ γὰρ ἄϊδρις
 
μαντοσύνης ἐτέτυκτο· θεὸς δʼ ὣς ᾔδεε πάντα.
 
τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο
 
Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον
 
Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα 335
 
νηὶ θοῇ τοὶ δʼ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο
 
ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,
 
Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον
 
ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
 
ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον, 340
 
ἀλλʼ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ
 
Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν
 
πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων·
 
αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
 
θυμὸν ἀνοιδήσαντο, φίλους δʼ ἀνὰ δώματʼ ἀκοίτας 345
 
κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδʼ ἐλέησαν
 
κουριδίους περ ἐόντας· ἐπεὶ μέγα μαίνεται ἦτορ
 
ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ
 
ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι·
 
ἀλλʼ αἵ γε σφετέροισιν ἐπʼ ἀνδράσι πῆμʼ ἐβάλοντο 350
 
νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα
 
παρθέμεναι φρεαὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.
 
οἱ δʼ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον
 
λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ,
 
δὴ τότʼ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτʼ ἐσίδοντο 355
 
ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντʼ ὀδύνῃσι
 
κεκλιμένον στυφελοῖο κατʼ οὔδεος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi