Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 9

 
ἄλλοτε μὲν φεύγειν, ὁτὲ δʼ ἀνέρος ἄντα μάχεσθαι·
 
ὡς δʼ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων 240
 
θῶας ἀποσσεύῃσι, λέων δʼ ἑτέρωθι φανείη
 
ἔκποθεν ἐσσύμενος, τοῦ δʼ ἵσταται ἄσπετος ὁρμὴ
 
οὔτε πρόσω μεμαῶτος ἔτʼ ἐλθέμεν οὔτʼ ἄρʼ ὀπίσσω,
 
θήγει δʼ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας·
 
ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις 245
 
πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
 
τὸν δʼ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·
 
Πριαμίδη, τί νυ τόσσον ἐπʼ Ἀργείοισι μέμηνας
 
χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
 
φεῦγον ἐπεσσυμένοιο, σὺ δʼ ἔλπεο πολλὸν ἄριστος 250
 
ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,
 
ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.
 
ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντʼ ἐλάφοιο
 
ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο·
 
καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν, 255
 
εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
 
ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
 
ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι
 
Τρῶες ἴσαν φεύγοντες· ὁ δʼ ἐς κενεὴν δόρυ τύψας
 
ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν· 260
 
ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ
 
ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σʼ ἐκάλυψε
 
νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.
 
ὣς ἄρʼ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
 
εὖτʼ ὀμίχλην διέχευε· λύθη δʼ εἰς ἠέρα μακρήν· 265
 
αὐτίκα δʼ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
 
Τρῶας δʼ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
 
Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δʼ ἄρα πατρὶ ἐοικὼς
 
ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα·
 
ἠΰτε κῦμʼ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι 270
 
ναῦται, ὅ τʼ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
 
εὐρὺ μάλʼ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·
 
ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
 
τοῖον δʼ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
 
κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε 275
 
ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
 
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
 
καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλʼ ἄγε θυμὸν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi