Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 9

 
πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
 
ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης 200
 
ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·
 
ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος,
 
Τυδείδης δʼ ἑτέρωθεν ἐϋμμελίης τʼ Ἀγαμέμνων
 
ἄλλοι τʼ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
 
προφρονέως ἀνὰ δῆριν ἀμείλιχον· οὐδὲ μὲν ἐσθλοῖς 205
 
Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
 
ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
 
χαζομένους· πολέες γε μὲν οὐκ ἀλέγοντες ἄνακτων
 
ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
 
ὀψὲ δʼ ἄρʼ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου 210
 
ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
 
αἰὲν ἐπασσυτέρους· λίπε δʼ οὓς πάρος αὐτόθʼ ἔναιρε,
 
φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
 
κεῖσʼ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
 
αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων 215
 
σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἱ δʼ ἐπέτοντο
 
ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
 
οἶος δʼ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης
 
ἐμβεβαὼς ἵπποισι, περιτρομέει δʼ ἄρα μαῖα
 
ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο 220
 
τεύχἐ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·
 
τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην
 
ἐσθλοῦ Δηιφόβοιο· κόνις δʼ ἐπαείρετο πολλὴ
 
ἵππων ἀμφὶ πόδεσσιν· ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
 
Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν· αἶψα δʼ ἄνακτι 225
 
τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·
 
ὦ ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε
 
σεῖο πάροιθε τοκῆος ὑπέτρεμε· νῦν δέ οἱ ἐσθλὸν
 
ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.
 
ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι προσέννεπεν, ἀλλʼ ἔτι μᾶλλον 230
 
ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα
 
ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
 
ἀλλʼ ὅτε δή ῥʼ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
 
δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
 
ἔστη, ὅπως πῦρ αἰνόν, ὅθʼ ὕδατος ἐγγὺς ἵκηται· 235
 
θάμβεε δʼ εἰσορόων κρατερόφρονος Αἰακίδαο
 
ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος
 
μείονα. τοῦ δʼ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi