Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 9

 
ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
 
θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δʼ ὑπὸ χερσὶ 160
 
μυρίοι ἐκτείνοντο· πέδον δʼ ἐστείνετο νεκρῶν.
 
ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
 
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
 
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
 
σὺν πυρὶ δούρατα πολλά· τὰ δʼ ἄλλοθεν ἄλλα πεσόντα 165
 
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δʼ ἐπιτέρπεται ἔργῳ·
 
ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
 
ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
 
καί ῥʼ ὀι μὲν Τρώεσσιν ὁμίλεον, οἱ δʼ ἐφέβοντο
 
εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δʼ ὕδατος εἴσω 170
 
Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο·
 
ὡς δʼ ὁπότʼ ἰχθυόεντος ἐπʼ ᾐόσιν Ἑλλησπόντου
 
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
 
κολπωθὲν ποτὶ γαῖαν, ἔσω δʼ ἁλὸς εἰσέτʼ ἐόντος
 
ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς 175
 
αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δʼ ἄλλον
 
δάμναται, ὅν κε κίχῃσι, φόνῳ δʼ ἐρυθαίνεται ὕδωρ·
 
ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα
 
αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
 
οὐδὲ μὲν οὐδʼ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο, 180
 
ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
 
ἀμφʼ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα
 
τέρπετʼ ἐφʼ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι·
 
τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
 
πίπτεν ὁμῶς ἵπποισιν· ὁ δʼ ἑσπόμενος κεράϊζεν. 185
 
ἔνθʼ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
 
ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητʼ ἐρατεινῆς
 
ἱππασίης· δὴ γάρ μιν ὑπʼ ἔγχεϊ τύψε φαεινῷ
 
ἐς νηδύν· αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
 
ἔγκατα δʼ ἐξεχύθησαν· ἕλεν δέ μιν οὐλομένη Κὴρ 190
 
ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
 
εἶλε δʼ ἄρʼ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
 
δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δʼ ὑπὸ λαιμόν,
 
καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
 
ἄλλους δʼ ἔκτανεν αἰέν, ὅσους κίχε· τίς κεν ἐκείνους 195
 
ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
 
χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα·
 
ὡς δʼ ὁπότʼ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi