Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 9

 
ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ·
 
ἄλλῷ δʼ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν 120
 
ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
 
πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν
 
ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
 
ταρφέα σήματʼ ἔχοντα παλαιῆς δηιοτῆτος.
 
ἀλλʼ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν, 125
 
ἄστεος ἐξεχέοντο μέγʼ ἱέμενοι πολέμοιο
 
λευγαλέου· ταχέεσσι δʼ ἐφʼ ἱππήεσσιν ὄρουσαν
 
ἱππῆες· πεζοῖσι δʼ ἐπέχραον ἔθνεα πεζῶν·
 
ἅρμασι δʼ ἅρμαθʼ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν
 
ἐς μόθον ἐσσυμένων· ἐπαΰτεε δʼ οἷσιν ἕκαστος 130
 
κεκλόμενος· τοὶ δʼ αἶψα συνήιον· ἀμφὶ δʼ ἄρα σφι
 
τεύχἐ ἐπεσμαράγησε· μίγη δʼ ἑκάτερθεν ἀϋτὴ
 
λευγαλέη· τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
 
βαλλόμενʼ ἀμφοτέρωθεν· ὑπʼ ἔγχεσι δʼ ἀσπίδες ἀνδρῶν
 
θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δʼ ὑπʼ ἀκόντων 135
 
καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
 
ἀνέρες οὐτάζοντο· φορύνετο δʼ ἔντεα φωτῶν
 
αἵματι. Τρωιάδες δʼ ἀπὸ τείχεος ἐσκοπίαζον
 
αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα
 
ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν 140
 
ἠδὲ κασιγνήτων· πολιοὶ δʼ ἅμα τῇσι γέροντες
 
ἕζοντʼ εἰσορόωντες· ἔδον δʼ ὑπὸ κήδεσι θυμὸν
 
παίδων ἀμφὶ φίλων· Ἑλένη δʼ ἐν δώμασι μίμνεν
 
οἴη ἅμʼ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
 
οἱ δʼ ἄμοτονπονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες 145
 
γήθεον· οὐλομένη δʼ ἐπαΰτεεν ἀμφοτέροισι
 
μακρὸν Ἔρις βοόωσα· κόνις δʼ ἐρυθαίνετο λύθρῳ
 
κτεινομένων· ὀλέκοντο δʼ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
 
Ἔνθʼ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
 
[Νέστορος,] Ἱππασίδην, ὁ δʼ ἀφʼ ἅρματος αἰψηροῖο 150
 
ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα·
 
δείδιε γάρ, μὴ δή μιν ἐφʼ ἡνία χεῖρας ἔχοντα
 
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
 
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλʼ ἐπὶ δίφρον
 
ἆλτο θοῶς, ἵπποισι δʼ ἐκέκλετο μακρὰ τινάσσων 155
 
εὔληρʼ, οὐδʼ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
 
καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δʼ ἄλλων
 
ἐς πληθύν· πολέεσσι δʼ ὀλέθριον ὤπασεν ἦμαρ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi