Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 9

 
μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·
 
ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
 
πᾶν δέμας αἶψʼ ἀνέθηλεν· ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ
 
κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.
 
Ἀτρεῖδαι δʼ ὁρόωντες ἅτʼ ἐκ θανάτου ἀνιόντα 480
 
ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον
 
ἀθανάτων· τὸ δʼ ἄρʼ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν·
 
καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν
 
ἐσθλὴ Τριτογένεια· φάνη δʼ ἄφαρ, οἷος ἔην περ
 
τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι. 485
 
καὶ τότʼ ἄρʼ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο
 
πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα·
 
καί μιν κυδαίνοντες ἐπʼ εἰλαπίνῃσι γέραιρον.
 
ἀλλʼ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
 
δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων· 490
 
ὦ φίλʼ, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε
 
Δήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,
 
μὴ δὴ νῦν
 
οὐ γάρ ἄνευ μακάρων τάδʼ ἐρέξαμεν, ἀλλά που αὐτοὶ
 
ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι 495
 
σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς
 
δυσμενέας δάμνασθαι, ὅτʼ ἀντία σεῖο μάχονται.
 
 
πᾶσαν ἀνʼ ἤπειρον πέλαγός τʼ ἀνὰ μακρὸν ἄϊστοι
 
Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται, 500
 
πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·
 
τῶν δὲ διʼ αἰζηοὶ φορέονθʼ ὑπὸ δαίμονος Αἴσῃ
 
εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο
 
σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
 
πολλάκις, οὐκ ἐσθλὸς δʼ ἀγαθῇ· τὰς δʼ οὔτʼ ἀλέασθαι 505
 
οὔτʼ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατʼ ἀνήρ·
 
χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθʼ ὑπʼ ἀέλλαις
 
οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.
 
ἀλλʼ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
 
ἐξαῦτις δώροισιν ἀρεσσόμεθʼ ἀπλήτοισι, 510
 
Τρώων ἤν ποθʼ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον·
 
νῦν δὲ λάβʼ ἑπτὰ γυναῖκας ἐείκοσί τʼ ὠκέας ἵππους
 
ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν
 
τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν
 
αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται. 515

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi