Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 8

 
ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
 
σπερχόμενοι, τῶν δʼ ἶσον ἀέξεται εἰς ἔριν ἔργον, 280
 
οὕνεκʼ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·
 
ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
 
ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
 
μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;
 
Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος. 285
 
κτεῖνον δʼ ἀλλήλους· ὀλοὴ δʼ ἀνὰ μέσσον Ἐνυὼ
 
στρωφᾶτʼ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
 
καὶ χέρας· ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς·
 
οὐδʼ ἑτέροισιν ἄμυνεν, ἴσῃ δʼ ἐπετέρπετο χάρμῃ
 
ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα. 290
 
ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα
 
δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος·
 
τῷ δʼ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
 
καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,
 
ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης 295
 
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
 
ἀλλʼ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ·
 
παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
 
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο
 
Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε 300
 
τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ
 
ἔγκατα πάντʼ ἐχύθησαν· ὅλη δʼ ἐξέσσυτο νηδύς.
 
Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν
 
Αὐλίδα ναιετάασκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ
 
ἐς Τροίην· ἀλλʼ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν. 305
 
Εὐρύαλος δʼ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
 
Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθη
 
αἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους
 
ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
 
τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ 310
 
Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
 
τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς
 
ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
 
Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
 
καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας· 315
 
ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν·
 
ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
 
λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi