Kitap 8
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
240
κρύβδʼ ἄλλων μακάρων· φόρεον δέ μιν ἐς μόθον ἵπποι
αἴθων καὶ Φλόγιος, Κόναβος δʼ ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς
πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δʼ αἰόλος αἰθὴρ
ἐσσυμένων ποτὶ δῆριν. ὁ δʼ ὀτραλέως ἀφίκανεν
245
ἐς Τροίην· ὑπὸ δʼ αἶα μέγʼ ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι· μολὼν δʼ ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν· μέγα δʼ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον· οἱ δʼ ἀΐοντες
θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο
250
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·
ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δʼ ἄρα θυμῷ
γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγʼ ἀΰτει·
255
ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγʼ ἀρήγει
ἧμιν ἐελδομένοισι· βοᾷ δʼ ὅ γε μακρὰ κελεύων
μάρνασθʼ Ἀργείοισι κατὰ κλόνον· ἀλλʼ ἄγε θυμῷ
260
τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος
λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;
ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος· ἀλλὰ καὶ αὐτοὶ
265
μνήσασθε πτολέμοιο, δέος δʼ ἀπὸ νόσφι βάλεσθε.
ὣς φάτο· τοὶ δʼ ἵσταντο καταντίον Ἀργείοισιν·
ἠΰτʼ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι
ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·
270
ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
δείματος ἐκτὸς ἔσαν· κατὰ δʼ ἀντίον ἀνέρος ἀνὴρ
μάρνατο θαρσαλέως· περὶ δʼ ἔκτυπεν ἔντεα φωτῶν
θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
αἰχμαὶ δʼ ἐς χρόα δῦνον· ἐδεύετο δʼ αἵματι πολλῷ
275
δεινὸς Ἄρης· ὀλέκοντο δʼ ἀνὰ μόθον ἄλλος ἐπʼ ἄλλῳ
μαρναμένων ἑκάτερθε· μάχη δʼ ἔχεν ἶσα τάλαντα.
ὡς δʼ ὁπότʼ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς