Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 8

 
ὣς φάτο· τοὶ δʼ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
 
χάσσαντʼ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
 
ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων. 480
 
ἀλλʼ οὐδʼ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ·
 
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
 
οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
 
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ
 
Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν. 485
 
ἐλθόντες δʼ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
 
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τʼ ἀποφαιδρύναντο
 
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
 
Ἡέλιος δʼ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους·
 
νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δʼ ἀνέρας ἔργων· 490
 
Ἀργεῖοι δʼ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
 
ἶσα τοκῆι τίεσκον· ὁ δ̓ἐν κλισίῃσιν ἀνάκτων
 
δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔτι βάρυνεν,
 
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
 
ἐξέλετʼ, ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι 495
 
τεῦξεν· ὁ δʼ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
 
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
 
ἀμφεχύθη· Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
 
αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς,
 
Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων 500
 
νῆας ἐνιπρήσῃ, νόστου δʼ ἀπὸ πάντας ἀμέρσῃ.
 
ὣς δʼ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
 
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
 
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.
← Önceki 13 / 13

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi