Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 8

 
ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δʼ ἔτι χάρμης
 
μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
 
ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο 360
 
χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται
 
νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα
 
ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
 
ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
 
ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς 365
 
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
 
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δʼ ἐπὶ φύζαν
 
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
 
Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
 
ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων, 370
 
ἄρνας ὅπως σταθμοῖσιν ἐπʼ οἰοπόλοισι νομῆες·
 
ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες
 
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
 
πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρʼ Ἀχαιοὶ
 
ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους 375
 
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα·
 
οἱ δʼ ἄρʼ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
 
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.
 
ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
 
λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται 380
 
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
 
ταρφέσιν, οἱ δὲ μάλʼ οὔτι λιλαιόμενοί περ ἱκέσθαι
 
ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
 
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
 
ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν 385
 
δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
 
ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
 
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
 
βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε
 
αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι, 390
 
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
 
ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι
 
ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
 
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
 
Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες, 395
 
ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
 
νωλεμές· ἰοὶ δʼ αἰὲν ἐϋδμήτων Zimmermann, for ἀπὸ τειχέων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi