Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 8

 
ἦμος δʼ ἠελίοιο φάος περικίδνατο γαῖαν
 
ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
 
δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
 
θωρήσσονθʼ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν·
 
καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν 5
 
ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
 
τοὺς δʼ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει
 
τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τʼ ἀμαθῦναι
 
ἐν πυρὶ λευγαλέῳ, λαοὺς δʼ ὑπὸ χερσὶ δαΐξαι.
 
ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ 10
 
μαψιδίῃ· κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
 
πολλὸν καγχαλάσκον ἐτώσια μητιόωντι.
 
καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
 
θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
 
κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν 15
 
θέντες, ἵνʼ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ
 
δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων
 
ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
 
γίνεται ἀνθρώποισι· δέος δὲ βίην ἀμαθύνει
 
καὶ νόον· ἀλλʼ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε, 20
 
ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα
 
φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.
 
ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
 
πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ
 
ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο. 25
 
καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
 
ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν·
 
οἷος δʼ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο
 
ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
 
πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετʼ ἀστὴρ 30
 
Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·
 
τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
 
υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
 
τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
 
ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν· 35
 
ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
 
εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει
 
ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
 
ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
 
ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες 40
1 / 13 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi