Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 7

 
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
 
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ
 
ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
 
θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὐπώποτε τοῖα
 
οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν, 205
 
εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
 
πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον·
 
καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
 
πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
 
τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε 210
 
δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖθις ἐελδόμενός περ ἔγωγε
 
δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι.
 
καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
 
πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
 
αὐτίκα γαμβρὸν ἑὸν 215
 
ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι
 
κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός,
 
ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.
 
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
 
εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί, 220
 
αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου,
 
ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·
 
νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐΰξεινόν τε τράπεζαν,
 
οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·
 
ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει. 225
 
ὣς εἰπὼν ἡγεῖθ· οἱ δʼ ἑσπόμενοι μέγα χαῖρον·
 
καί ῥʼ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
 
εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
 
τηκομένην δʼ , ὡσεί τε χιὼν κατατήκετʼ ὄρεσσιν
 
Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο· 230
 
ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ·
 
καί μιν ἔτʼ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
 
ἠσπάζοντʼ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν
 
μυθεῖτʼ ἀτρεκέως γενεὴν καὶ οὔνομʼ ἑκάστου·
 
χρειὼ δʼ, ἥντινʼ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ, 235
 
ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,
 
καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
 
αἶψα δὲ δαῖτʼ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
 
πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον
 
εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi