Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 7

 
πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος
 
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
 
εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
 
ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δʼ ἕτερʼ ἀντιόωσι.
 
παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε 85
 
ζωέμεν. ἔλπεο δʼ αἰὲν ἀρείονα, μηδʼ ἐπὶ λυγρῷ
 
θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
 
ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
 
ψυχάς,
 
σεῖο κασιγνήτῳ· καὶ μείλιχος ἔσκε βροτοῖσι, 90
 
καὶ πάϊς ἀθανάτοιο· θεῶν δʼ ἐς φῦλον ὀΐω
 
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.
 
ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
 
παρφάμενος μύθοισιν, ἄγεν δʼ ἀπὸ σήματος αἰνοῦ
 
ἐντροπαλιζόμενον καὶ ἔτʼ ἀργαλέα στενάχοντα· 95
 
ἐς δʼ ἄρα νῆας ἵκοντο· πόνον δʼ ἔχον ἄλλοι Ἀχαιοὶ
 
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
 
Εὐρύπυλος δʼ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
 
χερσὶν ὑπʼ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
 
δάμνατο δήϊα φῦλα· νεκρῶν δʼ ἐστείνετο γαῖα 100
 
κτεινομένων ἑκάτερθεν. ὁ δʼ ἐν νεκύεσσι βεβηκὼς
 
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
 
καὶ πόδας· οὐδʼ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
 
ἀλλʼ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
 
ἀντιόωντʼ ἀνὰ δῆριν ἀμείλιχον· ἀμφὶ δὲ πολλοὺς 105
 
ἔκτανεν· οὐδʼ ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
 
ἀλλʼ ἕπετʼ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
 
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
 
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
 
τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας 110
 
καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
 
ὣς ὅ γʼ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
 
δάμνατʼ ἐπεσσύμενος· τοὶ δʼ ἰλαδὸν ἄλλοθεν ἄλλος
 
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
 
ὣς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο 115
 
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
 
μυρίαι ἀμφροτέρωθεν, ὁ δʼ εἰς ἁλὸς ἔσσυται οἶδμα
 
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
 
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δʼ ἄρα μακρὰ ῥέεθρα
 
αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα· 120

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi