Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 7

 
πολλῶν βαλλομένων· ἀλλʼ ὡς νιφάδες περὶ πέτρην
 
πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
 
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
 
τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
 
φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων 600
 
ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
 
πολλὸν ἔην ὄχʼ ἄριστος, ἔχεν δʼ ἔτι θυμὸν ὁμοκλῆς
 
λευγαλέης ἀκόρητον, ἑοῦ δʼ ἄρα μήδετο πατρὸς
 
τίσεσθʼ ἀλγινόεντα φόνον· κεχάροντο δʼ ἄνακτι
 
Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή. 605
 
Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
 
ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δʼ ἐρικυδέας υἷας,
 
εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δʼ ἵππον ἐλάσσαι
 
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
 
τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρʼ ὄχθῃς 610
 
Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδʼ ἀπόναντο
 
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
 
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο·
 
ἄμφω δʼ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
 
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι 615
 
βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ
 
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
 
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
 
ἀμφὶ δʼ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
 
μυρία δυσμενέων· μέγα δʼ Ἄρεος ἔργον ὀρώρει, 620
 
μέσφʼ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δʼ ἠὼς
 
ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
 
χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δʼ ἀγχόθι πύργων
 
βαιὸν ἀνέπνευσαν· καὶ δʼ αὐτοὶ Τρώιοι υἷες
 
ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκʼ ἐτύχθη 625
 
φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χʼ ἅπαντες
 
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
 
εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ
 
δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
 
Εὐρύπυλον. τῷ δʼ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ, 630
 
καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
 
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
 
ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφʼ Ἀχιλῆος,
 
χάρμα δʼ ἄρʼ, οὕνεκά οἱ κρατερὸν παῖδʼ εἰσενόησε·
 
κλαῖε δʼ ὅ γʼ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλʼ ἀνθρώπων 635

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi