Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 7

 
τῶν δʼ ἄρʼ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
 
κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα·
 
βῆ δʼ ἄρʼ ὑπὲρ κορυφὰς Zimmermann, for ὀρέων· οὐδʼ ἴχνεσι γαίης
 
ψαῦε μέγʼ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
 
εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δʼ ἀνέμοιο. 560
 
Τροίην δʼ αἶψʼ ἀφίκανε, πόδας δʼ ἐπέθηκε κολώνῃ
 
Σιγέου ἠνεμόεντος· ἐδέρκετο δʼ ἔνθεν ἀϋτὴν
 
ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.
 
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
 
θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τʼ ἀνδράσιν εἰς ἕν ἰόντα 565
 
τεύχουσιν μέγα κῦδος· ὁ δʼ ἀμφοτέροισι κέκαστο,
 
οὕνεκʼ ἔην Διὸς αἷμα, φίλῳ δʼ ἤικτο τοκῆι·
 
τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
 
ὡς δʼ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
 
τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο 570
 
νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δʼ ὑπʼ ἀϋτμῇ
 
μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης
 
ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
 
εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
 
κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπʼ ἄγρῃ· 575
 
ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
 
λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα
 
ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ
 
ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δʼ εὐρὺς
 
αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ 580
 
τείχεα βαλλομένων. κάματος δʼ ὑπεδάμνατο λαοὺς
 
ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ
 
αἰζηῶν· ἀλλʼ οὔτι μενεπτολέμου Ἀχιλῆος
 
ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ Zimmermann, for οἱ ὄβριμον ἦτορ
 
πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος Zimmermann, for οὔτι 585
 
ἥψατο μαρναμένοιο· μένος δʼ ἀκάμαντι ἐῴκει
 
ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
 
οὔποτʼ ἰοῦσʼ ἐφόβησε, καὶ εἰ μέγα μαίνετʼ ἀήτης
 
Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται
 
ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ 590
 
ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·
 
ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
 
οὔτε μόγος στονόεις οὔτʼ ἄρ δέος ἥψατο γούνων
 
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
 
οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε 595

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi