Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 7

 
μάρνασθʼ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
 
ἤν δέ ποτʼ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
 
ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
 
ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλʼ ἅμα πάντες 520
 
κείσεσθʼ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.
 
ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
 
ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν
 
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε
 
δάμνασθʼ οὐ μετὰ δηρὸν ὑπʼ ἔγχεϊ μαιμώωντι 525
 
οὐδὲ μὲν οὐδὲ τότʼ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
 
ἀλλʼ ἄρα Τρῶας ἔναιρεν ἀφʼ ἕρκεος· οἱ δʼ ἐφέβοντο
 
βαλλόμενοι καθύπερθε· περικλονέοντο δʼ ἀνάγκῃ
 
Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει·
 
ὡς δʼ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο 530
 
πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
 
ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ·
 
ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
 
ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
 
πᾶν θʼ ὅ Zimmermann, for τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα, 535
 
δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.
 
οἱ δʼ ἄρʼ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ
 
Τρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι
 
αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
 
κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται 540
 
ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος·
 
αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
 
μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
 
αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν.
 
ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες 545
 
ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα
 
χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
 
οὐδʼ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
 
δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
 
δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου· 550
 
ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
 
 
τεῖχος ὔπʼ Ἀργείων· τοὺς δʼ Εὐρύπυλος θεοειδὴς
 
αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
 
πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
 
χεῖρα καμεῖν καὶ κάρτος· ὁ δʼ οὐκ ἀπέληγε μόθοιο. 555

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi