Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 7

 
σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι·
 
εὗρον δʼ Εὐρύπυλον κρατερόφρονα, τῷ δʼ ἅμʼ ἑταίρους
 
πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ 480
 
ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
 
πανσυδίῃ· τοῖς δʼ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ·
 
ἀλλά σφεας Ὀδυσεύς τʼ ἠδὲ σθεναρὸς Διομήδης
 
ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
 
ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν. 485
 
ὡς δʼ ὅτʼ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
 
κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
 
πάντοθεν ἐσσύμενοι, τοὶ δʼ ὄμμασι γλαυκιόωντες
 
στρωφῶντʼ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
 
πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι, 490
 
ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
 
σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
 
βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
 
 
οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
 
Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε 495
 
μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
 
Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
 
αὐτίκα δʼ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
 
ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο·
 
σμερδαλέον δʼ ἄρα πάντα περιπλατάγησε θέμεθλα 500
 
ἕρκεος αἰπεινοῖο· δέος δʼ ἕλε πάντας Ἀχαιοὺς
 
τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
 
ἀλλʼ οὐδʼ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
 
ἀλλʼ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
 
μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τʼ ἐν ὄρεσσιν 505
 
ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται
 
ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
 
ἐσσυμένως, τοὶ δʼ οὔτι βιαζόμενοι βελέεσσι
 
χάζοντʼ, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν·
 
ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν 510
 
μίμνον ἐν ὑσμίνῃ· τοῖς δʼ Εὐρύπυλος θρασυχάρμης
 
ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων·
 
ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
 
οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
 
ἠλάσατʼ, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν· 515
 
νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi