Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 7

 
ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
 
ἔνθʼ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια 440
 
δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ·
 
αὐτὰρ Ὀδυσσεὺς δύσαθʼ ἅ οἱ Ἰθάκηθεν ἕποντο·
 
δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
 
κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν·
 
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός, 445
 
καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δʼ ἐλαφρὰ
 
Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
 
καίπερ ἐόνθʼ ἑτέροισι πελώρια· τῷ δʼ ἅμα πάντα
 
φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε
 
πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
 
Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν 450
 
ῥηιδίως ἀνάειρεν ἔθʼ αἵματος ἰσχανόωσαν.
 
Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο
 
καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκʼ ἄρʼ αὐτοὺς
 
πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός·
 
ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ 455
 
ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
 
ἀνέρες, οὕς τʼ ἀνέμοιο καταιγίδες ἀντιόωσαι
 
εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δʼ ἀλεγεινοὶ
 
νηὶ περιτρωχῶσι, καταφθινύθει δʼ ἄρα πάντα
 
ἤια, τειρομένοισι δʼ ἐπιπνεύσῃ λιγὺς οὖρος· 460
 
ὣς ἄρʼ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
 
ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
 
ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
 
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
 
ὅς τε κατʼ οὔρεα μακρὰ μέγʼ ἀσχαλόων ἐνὶ θυμῷ 465
 
ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
 
ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
 
σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
 
βήσσῃ ἐνὶ σκιερῇ, ἑ δʼ ἄρʼ ὑψόθεν ἔκ τινος ἄκρης
 
ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι 470
 
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
 
ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
 
θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν·
 
οἴμησεν δʼ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει
 
ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο Zimmermann, for τεῖχος Ἀχαιῶν 475
 
ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,
 
οὕνεκʼ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi