Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 6

 
γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω
 
ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
 
καί ῥʼ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δʼ ἄρʼ αὐτοῦ 240
 
ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
 
Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
 
δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
 
εἶλε κόμης ἵπποιο κατʼ ὠκέος· αἱ δʼ ἀπάτερθεν
 
ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ 245
 
Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
 
ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
 
αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.
 
ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
 
τεθναότος παρὰ βουσί· καρήατα δʼ ἐν κονίῃσιν 250
 
αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·
 
πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
 
ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
 
Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δʼ ἔκειτο
 
βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ. 255
 
ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
 
Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
 
σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι
 
πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.
 
ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι 260
 
Κέρβερος, ὅν ῥʼ ἀκάμαντι Τυφωέϊ γείνατʼ Ἔχιδνα
 
ἄντρῳ ὑπʼ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
 
ἀργαλέης· ὁ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρον Verse inserted by Zimmermann ex P.
 
ἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
 
εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ·
 
ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας 265
 
ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
 
ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
 
θαρσαλέως. ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ
 
Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
 
αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις 270
 
λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
 
αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.
 
Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
 
ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος
 
ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι· 275
 
καὶ ῥʼ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi