Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 6

 
καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο,
 
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
 
ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες 200
 
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
 
σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον
 
νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
 
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
 
ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων 205
 
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
 
ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.
 
ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
 
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
 
τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν 210
 
αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει.
 
ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
 
αἰνὸν λιχμώωσα· καρήατα δʼ ἀλγινόεντα
 
ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν
 
ἐξ ὀλίγων μάλα πολλά· πόνος δʼ ἔχεν Ἡρακλῆα 215
 
θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
 
ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα
 
ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ
 
αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.
 
ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο 220
 
ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
 
ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.
 
Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν
 
ἀμφὶ περικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν·
 
καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως 225
 
ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.
 
ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδες· αἱ μὲν ὀϊστοῖς
 
βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δʼ ἔτι φύζης
 
μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο·
 
τῇσι δʼ ἔφʼ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπʼ ἄλλῳ 230
 
ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.
 
ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
 
τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης·
 
τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
 
ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι 235
 
θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δʼ ἔπλετο ταῦρος
 
πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi