Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 6

 
εἰστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο
 
δῆρις ἐνὶ μέσσοισιν· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὀρώρει.
 
ἀλλʼ οὐδʼ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
 
Νιρῆός δʼ, ὃς κεῖτο παραυτόθι· τὸν δʼ ἐνόησεν 440
 
ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν·
 
αἶψα δʼ ὅ γʼ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·
 
ἔσσυσθʼ, Ἀργεῖοι, μηδʼ εἴκετε δυσμενέεσσιν
 
ἐσσυμένοις· νῶιν γὰρ ἀάσπετον ἔσσετʼ ὄνειδος,
 
αἴ κε Μαχάονα δῖον ἅμʼ ἀντιθέῳ Νιρῆι 445
 
Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.
 
ἀλλʼ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
 
ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
 
κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη
 
οἶσιν ἀμυνέμεναι, μηδʼ ἄλλοις κύρμα λιπέσθαι· 450
 
οὐ γὰρ ἀνιδρωτί γε μετʼ ἀνδράσι κῦδος ἀέξει.
 
ὣς ἄρʼ ἔφη· Δαναοῖσι δʼ ἄχος γένετʼ· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
 
πολλοὶ γαῖαν ἔρευθον ὑπʼ Ἄρεϊ δῃωθέντες
 
μαρναμένων ἑκάτερθεν· ἴση δʼ ἐπὶ δῆρις ὀρώρει.
 
ὀψὲ δʼ ἀδελφειοῖο φόνον στονόεντα νόησε 455
 
βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν
 
ἧστο παρʼ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν
 
ἕλκἐ ἀκειόμενος. περὶ δʼ ἔντεα δύσατο πάντα
 
θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ
 
σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι 460
 
ἐς πόλεμον στονόεντα· μέλαν δέ οἱ ἔζεεν αἷμα
 
λάβρον ὑπὸ κραδίῃ· τάχα δʼ ἔνθορε δυσμενέεσσι
 
χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων·
 
εἶλε δʼ ἄρʼ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
 
κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις 465
 
Παρθενίου, ὅς τʼ εἶσι διὰ χθονὸς ἠΰτʼ ἔλαιον
 
πόντον ἐπʼ Εὔξεινον προχέων καλλίρροον ὕδωρ.
 
ἄλλον δʼ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα
 
Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις
 
Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου, 470
 
ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν
 
ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται
 
οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
 
ναίουσʼ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν
 
ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι 475
 
λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi