Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 5

 
ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
 
νῦν δʼ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης, 200
 
οὔτʼ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ
 
ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σʼ ἐνὶ χάρμῃ
 
ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
 
δυσμενέων, ὅτε σʼ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
 
κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν· 205
 
ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
 
αὐτὸς Ζεὺς ἐφόβησεν ἀπʼ αἰθέρος, ὄφρα σε Τρῶες
 
ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν
 
δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
 
ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς. 210
 
σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
 
εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ
 
ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
 
νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν
 
πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δʼ ὑπʼ ἀταρβέϊ θυμῷ 215
 
ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε
 
πάντη ἐν ὑσμίνῃ· σὺ δέ μιν περιδείδιες αἰεί.
 
ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
 
θῆκεν, ὅτʼ ἀμφʼ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
 
ὄφρʼ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ 220
 
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
 
αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δʼ ἄρα μύθων
 
ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων·
 
οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
 
δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγʼ ἔγχος 225
 
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται
 
ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
 
οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
 
ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
 
ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη; 230
 
230
 
ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
 
ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
 
θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
 
μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
 
οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων 235
 
εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.
 
ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi