Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 5

 
ἠδʼ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
 
ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν 160
 
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπʼ ἀνάγκῃ·
 
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
 
οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
 
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.
 
ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων· 165
 
ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
 
σεῖο πέλει Δαναῶν οὔτʼ ἂρ νέος οὔτε παλαιός,
 
ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
 
ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
 
νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται· 170
 
καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
 
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·
 
τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
 
Τρωσὶν ἐϋπτολέμοισι, χόλον δʼ οὐκ ἄμμιν ὀπάσσει.
 
ὣς φάτο· τοὶ δʼ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες 175
 
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν·
 
τῶν δʼ ἄρʼ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
 
ἕζοντʼ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
 
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
 
Αἴας δʼ ἐν μέσσοισι μέγʼ ἀσχαλόων φάτο μῦθον· 180
 
ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
 
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
 
ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
 
βλημένου ἐν κονίῃσιν, ὅτʼ ἀμφί ἑ Τρῶες ἔβησαν,
 
ὁππότʼ ἐγὼ κείνοισι φόνον στονόεντʼ ἐφέηκα 185
 
σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
 
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
 
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
 
οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
 
ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος 190
 
ἠὲ τόδʼ ἐξελάθου, ὅτʼ ἐς Ἰλίου ἱερὸν ἄστυ
 
ἐλθέμεναι ἀλέεινες ἅμʼ ἀγρομένοισιν Ἀχαιοῖς,
 
καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντʼ ἐφέπεσθαι
 
ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι·
 
σῇς γὰρ ὑπʼ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα 195
 
Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
 
οὐκ οἴῳ δʼ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
 
ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi