Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 5

 
οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.
 
ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
 
ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος 560
 
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ·
 
ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
 
τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος
 
ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
 
αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ 565
 
αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
 
δυσμενέων σθένε λαός ὑπʼ Ἄρεϊ δῃώσασθαι.
 
ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
 
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος
 
μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη. 570
 
καὶ δʼ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
 
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
 
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
 
ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
 
γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει· 575
 
ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
 
ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι
 
μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
 
νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν
 
ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος 580
 
ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
 
αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα·
 
εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
 
κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἄν ἔγωγε
 
ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τινʼ ἄλλον 585
 
ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
 
ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
 
προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
 
νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
 
ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς 590
 
οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
 
ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
 
τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
 
κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
 
ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ· 595
 
ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
 
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi