Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 5

 
οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν,
 
εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
 
ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος. 520
 
ἦ ῥα μέγα στενάχων· ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα
 
Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
 
ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
 
πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
 
ἐδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν· 525
 
ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα
 
Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι·
 
ἀλλʼ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
 
ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
 
ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα· 530
 
καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
 
ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
 
δυσμενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
 
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
 
σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι 535
 
ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
 
ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
 
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
 
ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
 
οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης 540
 
καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλῃς ληιάδεσσι
 
πόλλʼ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
 
αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
 
ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
 
μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος, 545
 
οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
 
καί ῥά μʼ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα
 
τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
 
νοστήσας Τροίηθε· τὰ δʼ θεὸς ἄμμι τέλεσσεν·
 
ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ 550
 
μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
 
οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
 
δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος
 
νηπίαχοι κομέονται ὑπʼ ἄνδρεσσιν μάλα πολλὸν
 
χειροτέροις· ὀλοῇ γὰρ ὑπʼ ὀρφανίῃ βαρὺς αἰὼν 555
 
παισὶ πέλει, καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται·
 
καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi