Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 5

 
ὣς οἵ γʼ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
 
ὀψὲ δʼ ὄ γʼ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
 
καί ῥʼ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε· 440
 
κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδʼ οἰωνῶν·
 
οὐ γάρ σʼ οὐδʼ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
 
ὧν ἕνεκ̔ ἀφραδέων μέγʼ ἀμείνονι δηριάασκες·
 
κεῖσο, κύον· δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
 
κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα, 445
 
οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
 
γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλʼ ἀπὸ πάτρης
 
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.
 
ὣς ἄρʼ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
 
κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ· 450
 
καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
 
ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
 
ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
 
ῇχι θοαὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
 
αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας. 455
 
Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
 
θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
 
ἐκ μακάρων· πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι
 
βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδʼ ἄρα πρόσσω
 
ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω, 460
 
ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τʼ ἐν ὄρεσσι
 
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
 
ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
 
λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
 
ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν; 465
 
οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο,
 
μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
 
ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
 
χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
 
λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ, 470
 
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
 
ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
 
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
 
αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ ὅ γʼ ἀπήμων
 
ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι. 475
 
ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
 
ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi