Kitap 4
ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
240
βρυχῇ ὕπʼ ἀμφοτέρων, τοὶ δʼ ἄσχετα μαιμώωντες
κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
δηρόν ἐπʼ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
πουλὺς δʼ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·
245
ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.
ἀμφοτέρων δʼ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
χερσὶ περικτυπέοντο τετριγότες, εὖτʼ ἐν ὄρεσσι
δένδρἐ ἐπʼ ἀλλήλοισι βαλόντʼ ἐριθηλέας ὄζους.
πολλάκι δʼ Αἴαντος μέγαλου στιβαροὺς ὑπὸ μηροὺς
250
κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι
ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·
τὸν δʼ Αἴας καθυπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·
ἄλλοτε δʼ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
255
λαοὶ δʼ ἔνθα καὶ ἔνθα μέγʼ ἴαχον εἰσορόωντες,
οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
οἱ δὲ βίην Αἴαντος· ὁ δʼ ἄλκιμον ἄνδρα τινάξας
ἐξ ὤμων ἑκάτερθε, βαλὼν δʼ ὑπὸ νηδύα χεῖρας
ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
260
ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δʼ ἴαχε Τρώιον οὖδας
Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός.
ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι
τὸ τρίτον ἀμφʼ Αἴαντα πελώριον· ἀλλʼ ἄρα Νέστωρ
ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
265
ἴσχεσθʼ, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.
ὥς φάτο· τοὶ δʼ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων
χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
270
κύσσαν δʼ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
τοῖς δʼ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
δῖα Θέτις· τὰς δʼ αὐτοὶ ἐθηήσαντο ἰδόντες
ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις
275
νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτʼ Ἀχιλλεὺς
ληίσατʼ ἐκ Λέσβοιο, νόον δʼ ἐπετέρπετο τῇσι·
καί ῥʼ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἡ δʼ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,