Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 4

 
δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν 200
 
ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
 
ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης·
 
τῷ δʼ ἄρʼ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δʼ ἀλεγεινῶς
 
ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δʼ ὑπανέσταν
 
οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δʼ ἰάχησαν 205
 
Ἀργεῖοι κατʼ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας
 
γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
 
Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
 
ἐκ δʼ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.
 
Τεῦκρον δʼ ἐσσυμένως ἕταρο; περιποιπνύοντες 210
 
ἦγου ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες
 
ἐκ ποδὸς αἷμʼ ἀφέλοντο, θέσαν δʼ ἐφύπερθε μοτάων
 
εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην
 
δήσαντʼ ἐνδυκέως· ὀλοὰς δʼ ἐκέδασσαν ἀνίας.
 
ἄλλω δʼ αὖθʼ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου 215
 
καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
 
Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
 
οἵ ῥʼ ἴσαν ἐς μέσσον· θάμβος δʼ ἔχεν ἀθρήσαντας
 
Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι.
 
σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τʼ ἐν ὄρεσσιν 220
 
ἀμφʼ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
 
ἶσον δʼ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
 
λείπεται οὐδʼ ἠβαιὸν ἀταρτηρῶν μάλʼ ἐόντων·
 
ὥς οἵ γʼ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δʼ ἄρʼ Αἴας
 
Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν 225
 
ἆξαι ἐπειγόμενος. ὁ δʼ ἄρʼ ἰδρείῃ τε καὶ ἀλκῇ
 
πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
 
ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
 
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε
 
κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός· ἀμφὶ δʼ ἄρʼ αὐτῷ 230
 
ἕζετο· τοὶ δʼ ὁμάδησαν. ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
 
Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις
 
ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ
 
σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων
 
Τυδείδην ἐς μέσσον ἀΰτεεν· ὅς δέ μιν οὔτι 235
 
ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ
 
ποσσὶν ὕπʼ ἀμφοτέρων κόνις ὤρνυτο· τοὶ δʼ ἑκάτερθε
 
ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τʼ ἐν ὄρεσσι
 
θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi