Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 4

 
Ἕκτορά θʼ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν, 160
 
ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.
 
καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
 
μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις
 
ἔσθενε δηριάασθαι ἐναντίον, οὔτʼ ἐν ἀέθλοις
 
αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται, 165
 
οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
 
κάλλεΐ θʼ ὡς Δαναούς μέγʼ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
 
ἔπλετʼ ἀπειρεσίη, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
 
εὔχετο δʼ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
 
κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα. 170
 
Ἀργεῖοι δʼ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
 
αὐτή τʼ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
 
ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι
 
Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
 
εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν 175
 
ἠκέσατʼ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
 
αὐτὸς ἔσω μηροῖο, διήλασε δʼ ὄβριμον αἰχμήν·
 
καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν
 
ὤπασεν· οἱ δʼ ἐς νῆας ἄγου μέγα κυδαίνοντες
 
ἀντίθεον βασιλῆα. Θέτις δʼ ἐς μέσσον ἀγῶνα 180
 
θῆκεν ἄρʼ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς
 
καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·
 
τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
 
ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.
 
τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης· 185
 
Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,
 
Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
 
ἀμφὶ δʼ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
 
φάρεα, πάντα δʼ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο
 
αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν 190
 
ἄλλας τʼ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμʼ αὐτῇ
 
ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
 
τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
 
Ἀτρείδης, ὅς πᾶσι μετʼ Ἀργείοισιν ἄνασσε.
 
τοὺς δʼ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἱ δʼ ἀπὸ νύσσης 195
 
καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·
 
τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἱ δʼ ἑκάτερθεν
 
Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
 
ἀλλʼ ὅτε τέρματʼ ἔμελλον ἱκανέμεναι μεμαῶτες,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi