Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 4

 
οὔτε παλαισμοσύνῃ πολυτειρέϊ· τοῦ γὰρ ὕπερθε 120
 
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας·
 
ἀλλά οἱ ἐν στέρνοισιν ἔτʼ ἔμπεδος ἔπλετο θυμὸς
 
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
 
κείνῳ, ὅτʼ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη·
 
τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων 125
 
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
 
πάντων Ἀργείων μέγʼ ἐϋμμελίης Ἀγαμέμνων.
 
τοὔνεκʼ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
 
ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
 
εἵνεκʼ ἐϋφροσύνης τε καὶ εἴδεος· ἡ δʼ ἀΐουσα 130
 
τέρπεθʼ· ὁ δʼ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
 
τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
 
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
 
δαῖτα παρʼ εἰλαπίνῃσιν, ὅτʼ εἴδατα θεῖα φέρουσαι
 
χερσὶν ὑπʼ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι 135
 
χρυσείοις κανέοισι, Θέμις δʼ ἄρα καγχαλόωσα
 
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
 
πῦρ δʼ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
 
ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,
 
αἱ δʼ ἄρʼ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα, 140
 
Μοῦσαι δʼ ἐς μολπήν, ἐπετέρπετο δʼ οὔρεα πάντα
 
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δʼ ἄφθιτος αἰθὴρ
 
ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
 
καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
 
πάντα μάλʼ ἱεμένοις κατελέξατο· τοὶ δʼ ἀΐοντες 145
 
τέρπονθʼ· ὃς δʼ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
 
μέλπε μέσῳ ἐν ἀγῶνι· πολὺς δʼ ἀμφίαχε λαὸς
 
ἀσπασίως. ὁ δʼ ἄρʼ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
 
ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,
 
δώδεχʼ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν, 150
 
ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δʼ ἐδάϊξε
 
Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
 
Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
 
υἷα Ποσειδάωνος ἰδʼ ἀντίθεον Πολύδωρον
 
καὶ Τρώιλον θηητὸν ἀμύμονά τʼ Ἀστεροπαῖον, 155
 
αἵματι δʼ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
 
Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
 
πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
 
νοσφίσατʼ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi