Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 4

 
νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν. 560
 
ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει
 
ἄσπετος· οἱ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
 
καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος
 
νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
 
εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου, πεδίον δʼ ἀφίκανε 565
 
πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
 
κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων
 
ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
 
θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
 
Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων 570
 
πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
 
πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
 
ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·
 
καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
 
Τροίῃ ἐνὶ ξαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς 575
 
ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
 
αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
 
ἱππασίης ἀνελέσθαι· ὁ δʼ οὔτι οἱ ἦτορ ἴηνεν
 
ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε Zimmermann, for
 
δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα 580
 
ἰδρείῃ. λαοὶ δʼ Ἀγαμέμνονα κυδαίνεσκον,
 
ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
 
οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
 
ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.
 
καὶ τότʼ ἄρʼ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι 585
 
ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·
 
δῶκε δʼ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
 
χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
 
ἄλλοις δʼ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
 
ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον, 590
 
δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δʼ ἄχνυτο θυμὸν
 
υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκʼ ἄρʼ αὐτὸν
 
ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
 
ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων
 
ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο. 595
← Önceki 15 / 15

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi