Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 4

 
θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε 360
 
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
 
ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
 
ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
 
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα·
 
αὐτὰρ ὅ γʼ αἶψʼ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ, 365
 
πλῆξε δέ οἱ κεφαλήν· ὁ δʼ ἄρʼ ἔμπαλιν ἀΐσσοντος
 
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
 
ἄλλῃ δʼ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
 
μήτι παντοίῃ χέρας ὤρεγε· τοὺς δʼ ἄρʼ Ἀχαιοὶ
 
ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι 370
 
νίκης ἀμφʼ ἐρατῆς. τῶν δʼ ἐσσυμένως θεράποντες
 
ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
 
λῦσαν· τοὶ δʼ ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο
 
μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
 
τοὺς δʼ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον 375
 
ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
 
ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.
 
ἀλλʼ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων·
 
ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί·
 
κύσσαν δʼ ἀλλήλους, ἔριδος δʼ ἐπελήθετο θυμὸς 380
 
λευγαλέης. τοῖς δʼ αἶψα Θέτις κυανοκρήδεμνος
 
ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
 
δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
 
ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
 
ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ· 385
 
τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ
 
δῶρον, ὅτʼ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
 
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
 
κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.
 
τοὺς δʼ ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον 390
 
νέκταρος ἐμπλήσας, ὁ δʼ ἄρʼ ὤπασεν Ὑψιπυλείῃ
 
πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δʼ υἱέϊ δίῳ
 
κάλλιπεν, ὃς δʼ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
 
τῶν δʼ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
 
ἄλλον δʼ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε 395
 
γηθόσυνος. τῶν δʼ ἀμφιδεδρυμμένα τύμματα πάντα
 
ἠκέσατʼ ἐνδυκέως Ποδαλείριος, οὕνεκʼ ἄρʼ αὐτὸς
 
πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
 
ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακʼ ἔθηκε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi