Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 3

 
οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν· 240
 
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ,
 
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
 
Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
 
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
 
καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ· 245
 
Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
 
Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
 
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
 
οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.
 
ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη, 250
 
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
 
τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
 
ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
 
ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος
 
ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν. 255
 
σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
 
ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
 
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
 
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
 
νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα· 260
 
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε
 
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
 
ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
 
μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
 
ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλʼ ἄρα καὶ τοῖς 265
 
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.
 
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
 
ἐν κυσὶν ἀγρεντῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
 
πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
 
Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί, 270
 
ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
 
κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
 
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
 
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλʼ ἄρα καὶ ὥς
 
μάρναντʼ, ἀμφὶ δὲ νεκρὸνʼ Αχιλλέος ἄλλοθεν ἄλλοι 275
 
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
 
κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
 
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
 
Αἴας ὀβριμόθυμος· ὁ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi