Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 3

 
Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας 680
 
ἵππους τε χρεμέθοντας ἐϋσθενέας θʼ ἅμα ταύρους,
 
σὺν δʼ ὄϊάς τε σύας τʼ ἔβαλον βρίθοντας ἀλοιφῇ·
 
φάρεα δʼ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
 
δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
 
χρυσόν τʼ ἤλεκτρόν τʼ ἐπενήεον· ἀμφί δέ χαίτας 685
 
Μυρμιδόνες κείραντο, νέκυν δʼ ἐκάλυψαν ἄνακτος·
 
καὶ δʼ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
 
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
 
πολλοὺς δʼ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
 
ἄλλους δʼ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου 690
 
ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
 
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
 
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
 
Ἀλλʼ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
 
πεζοὶ ἅμʼ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο 695
 
ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δʼ ἔκποθεν Οὐλύμποιο
 
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
 
ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
 
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
 
λαιψηρῶν ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε 700
 
καίεσθʼ Αἰακίδαο νέκυς. τοῦ δʼ αἶψα μολόντος
 
Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δʼ ἀλεγεινὸν
 
καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
 
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ·
 
οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι 705
 
ῥιπῇ ἀπειρεσίῃ· περὶ δʼ ἴαχεν ἐσσυμένοισι
 
πόντος ὁμοῦ καὶ γαῖα· περικλονέοντο δʼ ὔπερθε
 
πάντα νέφη μεγάλοιο διʼ ἠέρος ἀΐσσοντα.
 
οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος
 
αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δʼ ἀϋτμὴ 710
 
Ἡφαίστου μαλεροῖο· γόος δʼ ἀλίαστος ὀρώρει
 
Μυρμιδόνων· ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
 
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
 
καῖον ἐϋπνείοντες ὁμῶς· ἀνὰ δʼ ἔγρετο πουλὺς
 
καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δʼ ἄσπετος ὕλη 715
 
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
 
οἱ δὲ μέγʼ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
 
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
 
Μυρμιδόνες δʼ, ὅτʼ ἄνακτα πελώριον ὕστατον ἄλλων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi