Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 3

 
ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι 600
 
πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·
 
δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
 
δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
 
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
 
καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει. 605
 
μήτηρ δʼ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
 
παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
 
γηθείτω ῥοδόπεπλος ἀνʼ οὐρανόν Ἠριγένεια,
 
γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
 
ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη· 610
 
αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
 
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
 
οὕνεκά μʼ οὐκ ἐθέλουσαν ὑπʼ ἀνέρι δῶκε δαμῆναι,
 
ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
 
κῆρές τʼ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι. 615
 
ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
 
ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
 
ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
 
ἀλλʼ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δʼ ὕδωρ,
 
ἄλλοτε δʼ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ· 620
 
οὐδέ με θνητός ἀνὴρ δύνατʼ ἐν λεχέεσσι δαμάσσαι
 
φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
 
μέσφʼ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
 
ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
 
ἀτρεκέως ἐτέλεσσεν· ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν· 625
 
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μʼ ἀκάχησε.
 
τοὔνεκʼ ἐς οὐρανὸν εἶμι· Διὸς δʼ ἐς δώματʼ ίοῦσα
 
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθʼ ἐμόγησα
 
ἀμφʼ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
 
μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω. 630
 
ὣς ἔφατʼ αἰνὰ γοῶσʼ ἁλίη Θέτις· ἡ δέ οἱ αὐτὴ
 
Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν·
 
ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδʼ ἀλύουσα
 
εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
 
σκύεο· καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος 635
 
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες·
 
κάτθανε δʼ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
 
Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
 
πᾶσα δʼ ἄρʼ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi