Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 3

 
ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα 440
 
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
 
καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
 
ἰοῖσίν γʼ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει·
 
εἰ γάρ σευ κατέναντα τότʼ ἤλυθεν, ὅς σʼ ἔβαλέν περ,
 
οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν· 445
 
ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντʼ ἀπολέσσαι,
 
ἡμέων δʼ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
 
ἤδη γὰρ Τρώεσσι κατʼ Ἀργείων τάχα νίκην
 
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
 
ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς 450
 
ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας·
 
αὐτὴ μὲν φήμη
 
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι·
 
εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
 
ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει 455
 
αἰὲν ἐπʼ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
 
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
 
ἀλλʼ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.
 
ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
 
Φοῖνιξ δʼ δὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν 460
 
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
 
καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ·
 
ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον
 
κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
 
πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε 465
 
ἄλλο χερειότερον ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
 
οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
 
φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο,
 
καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
 
καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον 470
 
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
 
νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·
 
τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
 
πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων,
 
καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας 475
 
στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
 
πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
 
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
 
καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi