Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 2

 
ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
 
Ζεὺς δʼ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα 640
 
κινήθη περὶ πᾶσα· τρόμος δʼ ἕλεν ἄμβροτον Ἠῶ.
 
τὸν δʼ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
 
θάψαν ὀδυρόμενοι· τοὺς δʼ Ἠριγένεια βοῶπις
 
πόλλʼ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
 
οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι, 645
 
τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
 
Μέμνονας· οἵ ῥʼ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
 
ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
 
σήματος· ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
 
Μέμνονι ἦρα φέροντες· ὁ δʼ εἰν Ἀΐδαο δόμοισιν 650
 
ἠέ που ἐν μακάρεσσι κατʼ Ἠλύσιον πέδον αἴης
 
καγχαλάᾳ· καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
 
δερκομένη· τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
 
εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
 
πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα. 655
 
καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
 
οἰωνοὶ τελέουσι θοοί· τότε δʼ ἄμβροτος Ἠὼς
 
οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
 
αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
 
παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει, 660
 
καίπερ ἔτʼ ἀχνυμένην. ἡ δʼ οὐ λάθεθʼ οἶο δρόμοιο·
 
δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
 
ἐξ οὗ πάντα πέλονται, ὅσʼ ὠκεανοῖο ῥέεθρα
 
ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
 
τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν· ἡ δὲ καὶ αὐτὴ 665
 
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρʼ αἴγλην.
← Önceki 17 / 17

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi