Kitap 2
τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι
560
πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης·
ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν,
ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ᾧ ἔνι κεῖος
κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
ἐξ ὕδατος· φαίης κεν ἔθʼ ἕλκεος οὐλομένοιο
565
πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθʼ. οἱ δʼ ἐπέτοντο
Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται
τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ·
οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος
570
νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον
οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι·
τοὔνεχʼ ἕποντʼ ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
ὡς δʼ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος
575
ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι
σῶμʼ ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι
ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα
κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκʼ ἄγρης·
ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα
580
λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες
καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
πάντας ἀϊστωθέντας, ἀπειρεσίῃ δʼ ἀνὰ θυμὸν
ἀμφασίῃ βεβόληντο. νέκυν δʼ ἀκάμαντες ἀῆται
585
Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχουτες
πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
ᾗχί τε Νυμσάων καλλιπλοκάμων πέλει ἄλσος
καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο
Αἰσηποῖο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ
590
παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο,
υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.
δύσετο δʼ ἠελίοιο φάος· κατὰ δʼ ἤλυθεν Ἠὼς
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δʼ ἄρʼ αὐτῇ
κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
595
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
στρωφῶντʼ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι